Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.120 Dem. 18.123 (English) >>Dem. 18.125

18.121ἀκούεις, Αἰσχίνη, τοῦ νόμου λέγοντος σαφῶς, “πλὴν ἐάν τινας δῆμος βουλὴ ψηφίσηται· τούτους δʼ ἀναγορευέτωτί οὖν, ταλαίπωρε, συκοφαντεῖς; τί λόγους πλάττεις; τί σαυτὸν οὐκ ἐλλεβορίζεις ἐπὶ τούτοις; ἀλλʼ οὐδʼ αἰσχύνει φθόνου δίκην εἰσάγων, οὐκ ἀδικήματος οὐδενός, καὶ νόμους μεταποιῶν, τῶν δʼ ἀφαιρῶν μέρη, οὓς ὅλους δίκαιον ἦν ἀναγιγνώσκεσθαι τοῖς γʼ ὀμωμοκόσιν κατὰ τοὺς νόμους ψηφιεῖσθαι; 18.122ἔπειτα τοιαῦτα ποιῶν λέγεις πόσα δεῖ προσεῖναι τῷ δημοτικῷ, ὥσπερ ἀνδριάντʼ ἐκδεδωκὼς κατὰ συγγραφήν, εἶτʼ οὐκ ἔχονθʼ προσῆκεν ἐκ τῆς συγγραφῆς κομιζόμενος, λόγῳ τοὺς δημοτικούς, ἀλλʼ οὐ τοῖς πράγμασι καὶ τοῖς πολιτεύμασιν γιγνωσκομένους. καὶ βοᾷς ῥητὰ καὶ ἄρρητʼ ὀνομάζων, ὥσπερ ἐξ ἁμάξης, σοὶ καὶ τῷ σῷ γένει πρόσεστιν, οὐκ ἐμοί. καίτοι καὶ τοῦτʼ, ἄνδρες Ἀθηναῖοι· 18.123ἐγὼ λοιδορίαν κατηγορίας τούτῳ διαφέρειν ἡγοῦμαι, τῷ τὴν μὲν κατηγορίαν ἀδικήματʼ ἔχειν, ὧν ἐν τοῖς νόμοις εἰσὶν αἱ τιμωρίαι, τὴν δὲ λοιδορίαν βλασφημίας, ἃς κατὰ τὴν αὑτῶν φύσιν τοῖς ἐχθροῖς περὶ ἀλλήλων συμβαίνει λέγειν. οἰκοδομῆσαι δὲ τοὺς προγόνους ταυτὶ τὰ δικαστήριʼ ὑπείληφα, οὐχ ἵνα συλλέξαντες ὑμᾶς εἰς ταῦτα ἀπὸ τῶν ἰδίων κακῶς τἀπόρρητα λέγωμεν ἀλλήλους, ἀλλʼ ἵνʼ ἐξελέγχωμεν ἐάν τις ἠδικηκώς τι τυγχάνῃ τὴν πόλιν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.120 Dem. 18.123 (English) >>Dem. 18.125

Powered by PhiloLogic